ΑΓΙΟΙ ΕΥΤΡΟΠΙΟΣ ΚΛΕΟΝΙΚΟΣ ΒΑΣΙΛΙΣΚΟΣ 03 ΜΑΡΤΙΟΥ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • ΑΓΙΟΙ ΕΥΤΡΟΠΙΟΣ ΚΛΕΟΝΙΚΟΣ ΒΑΣΙΛΙΣΚΟΣ 03 ΜΑΡΤΙΟΥ
    Ἀπολυτίκιον (Κατέβασμα)
    Ἦχος δ’. Ταχὺ προκατάλαβε.
    Τὸ τρίστοιχον ἄθροισμα, τῶν Ἀθλητῶν τοῦ Χριστοῦ, Εὐτρόπιον μέλψωμεν, σὺν Βασιλίσκω ὁμού, τὸν θεῖον Κλεόνικον οὗτοι γὰρ τῆς Τριάδος, τὸ ὑπέρθεον κράτος, ἄθλοις ὑπερφυέσιν, ὠμολόγησαν πάσιν ἡ πάντοτε πρεσβεύουσι, σώζεσθαι ἅπαντας.
    Έτερον Ἀπολυτίκιον
    Ἦχος δ’. Ταχὺ προκατάλαβε.
    Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
    Κοντάκιον
    Ἦχος δ’. Ἐπεφάνης σήμερον.
    Ἁρμονίᾳ πίστεως συνδεδεμένοι, τοῦ ἐχθροῦ διέλυσαν, τάς παρατάξεις ἐμφανῶς, σύν Εὐτροπίῳ Κλεόνικος, καί Βασιλίσκος γενναίως ἀθλήσαντες.

ความคิดเห็น •