ΑΓΙΟΣ ΚΟΝΩΝ Ο ΙΣΑΥΡΟΣ 05 ΜΑΡΤΙΟΥ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • ΑΓΙΟΣ ΚΟΝΩΝ Ο ΙΣΑΥΡΟΣ 05 ΜΑΡΤΙΟΥ
    Ἀπολυτίκιον (Κατέβασμα)
    Ἦχος δ’. Ταχὺ προκατάλαβε.
    Τὴν χάριν τοῦ Πνεύματος, ἐνδεδυμένος σοφέ, τὸ κράτος διέλυσας, τῆς ἀσεβείας στερρῶς. Ἐκλάμπων τοὶς θαύμασιν ὅθεν πεφοινιγμένος, ταὶς ροαὶς τῶν αἱμάτων. Κόνων Ὁσιομάρτυς, τὸν Δεσπότην δοξάζεις, τὸν παρέχοντα ἠμὶν διὰ σοῦ, χάριν καὶ ἔλεος.
    Κοντάκιον
    Ἦχος δ’ . Ὁ ὑψωθείς.
    Ἀγγελικῆς ἀξιωθείς ὀπτασίας, τήν ἐν Χριστῷ μεμυσταγώγησαι πίστιν, καί τῶν θαυμάτων εἴληφας τήν δύναμιν σοφέ· ὅθεν καθυπέταξας, τήν ὀφρύν τῶν δαιμόνων, καί τῆς πλάνης ἔσβεσας, ἐναθλήσας τήν φλόγα. Ὁσιομάρτυς Κόνων Ἀθλητά, ἐξευμενίζου ἡμῖν τόν Φιλάνθρωπον.
    Μεγαλυνάριον
    Βίον καθαρώτατον γεωργών, χαίρων προσελάβου, ως βασίλειον στολισμόν, άθλησιν την θείαν, οσιομάρτυς Κόνων, ανθ' ων διπλούν εδέξω, θεόθεν στέφανον.
    Κάθισμα
    Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
    Ἐκ βρέφους τῷ Θεῷ, κολληθεὶς Θεοφόρε, τοῦ Πνεύματος σεπτόν, ἀνεδείχθης δοχεῖον, καὶ τὰ πονηρότατα, καθυπέταξας πνεύματα, ἐναθλήσας δέ, ἐμεγαλύνθης ἀξίως· ὅθεν ἅπαντες, τὴν παναγίαν σου μνήμην, πιστῶς ἑορτάζομεν.

ความคิดเห็น •