Να σε έχει καλά ο ΘΕΌΣ ΜΑΣ και ΚΥΡΙΟΣ ΜΑΣ ΙΗΣΟΎΣ ΧΡΙΣΤΟΣ ΜΑΣ ΝΑ ΕΥΛΟΓΕΙ ΤΗΝ ΟΙΚΟΓΕΝΕΙΑ ΣΟΥ ΚΑΙ ΕΣΈΝΑ ΝΑ ΣΕ ΦΩΤΊΖΕΙ ΠΆΝΤΑ.... Αμήν... Ήταν πολύτιμη βοήθεια να γράψεις όλο αυτό το ΘΕΪΚΌ ΆΚΟΥΣΜΑ για να μπορώ και εγώ που δεν πολύ γνωρίζω να καταλάβω και να ψάλλω μαζί τους.... Ο ΘΕΌΣ ΜΑΖΊ ΣΑΣ... Αμήν 🙏🙏🙏🙏🙏♥️🌹♥️🌹♥️🌹♥️🌹♥️🌹
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ' ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γάρ δεδόξασται».
Κύριε Θεέ μου, ἐξόδιον ὕμνον, καὶ ἐπιτάφιον, ᾠδήν σοι ᾄσομαι, τῷ τῇ ταφῇ σου ζωῆς μοι, τὰς εἰσόδους διανοίξαντι, καὶ θανάτῳ θάνατον, καὶ ᾍδην θανατώσαντι.
Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν τάφῳ, τὰ ὑπερκόσμια, καὶ ὑποχθόνια, κατανοοῦντα Σωτήρ μου, ἐδονεῖτο τῇ νεκρώσει σου· ὑπὲρ νοῦν ὡράθης γάρ, νεκρὸς ζωαρχικώτατος.
Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, καταπεφοίτηκας, ἐν κατωτάτοις τῆς γῆς· ἀπὸ γὰρ σοῦ οὐκ ἐκρύβη, ἡ ὑπόστασίς μου ἡ ἐν Ἀδάμ, καὶ ταφεὶς φθαρέντα με, καινοποιεῖς, Φιλάνθρωπε.
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας
Λέλυται ἄχραντος ναός, τὴν πεπτωκυῖαν δὲ συνανίστησι σκηνήν. Ἀδὰμ γὰρ τῷ προτέρῳ δεύτερος, ὁ ἐν ὑψίστοις οἰκῶν, κατῆλθεν μέχρις ᾍδου ταμείων· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας
Πέπαυται τόλμα Μαθητῶν, Ἀριμαθαίας δὲ ἀριστεύει Ἰωσήφ· νεκρὸν γὰρ καὶ γυμνὸν Θεώμενος, τὸν ἐπὶ πάντων Θεόν, αἰτεῖται, καὶ κηδεύει κραυγάζων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας
Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος! ὢ ἀφράστου ἀνοχῆς! ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας
Ξω
Σε Ευχαριστούμε
@@antonios-st.frantz6523 Χριστός Ανέστη
@@Michalispan Αληθώς Ανέστη!!
Να σε έχει καλά ο ΘΕΌΣ ΜΑΣ και ΚΥΡΙΟΣ ΜΑΣ ΙΗΣΟΎΣ ΧΡΙΣΤΟΣ ΜΑΣ ΝΑ ΕΥΛΟΓΕΙ ΤΗΝ ΟΙΚΟΓΕΝΕΙΑ ΣΟΥ ΚΑΙ ΕΣΈΝΑ ΝΑ ΣΕ ΦΩΤΊΖΕΙ ΠΆΝΤΑ.... Αμήν... Ήταν πολύτιμη βοήθεια να γράψεις όλο αυτό το ΘΕΪΚΌ ΆΚΟΥΣΜΑ για να μπορώ και εγώ που δεν πολύ γνωρίζω να καταλάβω και να ψάλλω μαζί τους....
Ο ΘΕΌΣ ΜΑΖΊ ΣΑΣ... Αμήν 🙏🙏🙏🙏🙏♥️🌹♥️🌹♥️🌹♥️🌹♥️🌹
Ποιος μπορεί να σχολιάσει την απέραντη Δόξα, Σοφία