ΑΓΙΑ ΕΥΔΟΚΙΑ - 01 ΜΑΡΤΙΟΥ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • ΑΓΙΑ ΕΥΔΟΚΙΑ - 01 ΜΑΡΤΙΟΥ
    Ἀπολυτίκιον (Κατέβασμα)
    Ἦχος γ’. Θείας πίστεως.
    Φόβον ἔνθεον, ἀναλαβοῦσα, κόσμου ἔλιπες, τὴν εὐδοξίαν, καὶ τῷ Λόγῳ Εὐδοκία προαέδραμες, οὐ τὸν ζυγὸν τὴ σαρκί σου βαστάσασα, ὑπερφυῶς ἠγωνίσω δι' αἵματος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
    Έτερον Ἀπολυτίκιον
    Ἦχος πλ. δ’.
    Ἐν σοί Μῆτερ ἀκριβῶς διεσώθη τό κατ᾽ εἰκόνα· λαβοῦσα γάρ τόν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καί πράττουσα ἐδίδασκες, ὑπερορᾷν μέν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δέ ψυχῆς, πράγματος ἀθανάτoυ· διό καί μετά Ἀγγέλων συναγάλλεται, Ὁσία Εὐδοκία τό πνεῦμά σου.
    Κοντάκιον
    Ἦχος δ’. Ὁ ὑψωθείς.
    Ὁ εὐδοκήσας ἐκ βυθοῦ ἀπωλείας, πρός εὐσεβείας τόν ἀκρότατον ὅρον, ἀναγαγεῖν σε ἔνδοξε ὡς λίθον ἐκλεκτόν, οὗτος καί τόν βίον σου, τῇ ἀθλήσει λαμπρύνας, χάριν ἰαμάτων σοι, Εὐδοκία παρέχει· ὃν ἐκδυσώπει σῴζεσθαι ἡμᾶς, Ὁσιομάρτυς, Ἀγγέλων ἐφάμιλλε.
    Κάθισμα
    Ἦχος πλ. δ’. Τὴν Σοφίαν.
    Φωτισθεῖσα τῇ αἴγλῃ τῇ θεϊκῇ, τὸν τῆς πλάνης κατέλιπες σκοτασμόν, καὶ βίον ἀνέλαβες, μετὰ σώματος ἄϋλον, χαρισμάτων δὲ θείων, πλησθεῖσα τοῦ Πνεύματος, ἐκ ψιλῆς προσρήσεως, νεκροὺς ἐξανέστησας· ὅθεν ἐπὶ τέλει, μαρτυρίου στεφάνῳ, ἐνθέως κεκόσμησαι, καὶ τὸν δόλιον ᾔσχυνας, Εὐδοκία Ἰσάγγελε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

ความคิดเห็น • 1