ΟΣΙΟΣ ΒΑΣΙΛΕΙΟΣ Ο ΟΜΟΛΟΓΗΤΗΣ 28 ΦΕΒΡΟΥΑΡΙΟΥ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • Ἀπολυτίκιον (Κατέβασμα)
    Ἦχος δ’. Ταχὺ προκατάλαβε.
    Βασίλειον δώρημα, τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης Βασίλειε, ὡς βασιλεύσας παθῶν, τοὶς θείοις σου σκάμμασι, σὺ γὰρ ὁμολογία, τὸν σὸν βίον φαιδρύνας, λάμπεις δι' ἀμφοτέρων, ὡς ἀστὴρ σελασφόρος, ἐντεῦθεν τῆς ἀσάλευτου βασιλείας ἠξίωσαι.
    Έτερον Ἀπολυτίκιον
    Ἦχος α’. Τοῦ λίθου σφαγισθέντος.
    Τῆς ἐρήμου πολίτης καί ἐν σώματι ἄγγελος, καί θαυματουργός ἀνεδείχθης, θεοφόρε Πατήρ ἡμῶν Βασίλειε· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τούς νοσοῦντας, καί τάς ψυχάς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ πᾶσιν ἰάματα.
    Κοντάκιον
    Ἦχος β’. Τὰ ἄνω ζητῶν.
    Ἐξ ὕψους λαβών, τήν θείαν ἀποκάλυψιν, ἐξῆλθες σοφέ, ἐκ μέσου τῶν συγχύσεων, καί μονάσας ὅσιε, τῶν θαυμάτων εἴληφας τήν ἐνέργειαν, καί τάς νόσους ἰᾶσθαι τῇ χάριτι, Βασίλειε παμμάκαρ Ἱερώτατε.

ความคิดเห็น •